Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.171 Joseph. AJ 1.175 (English) >>Joseph. AJ 1.180

1.173δώδεκα μὲν οὖν ἔτη δουλεύοντες καὶ τοὺς ἐπιταχθέντας αὐτοῖς φόρους τελοῦντες ὑπέμειναν, τῷ δὲ τρισκαιδεκάτῳ ἀπέστησαν, καὶ διαβαίνει στρατὸς Ἀσσυρίων ἐπʼ αὐτοὺς στρατηγούντων Ἀμαραψίδου Ἀριόχου Χοδολαμόρου Θαδάλου. 1.174οὗτοι τήν τε Συρίαν ἅπασαν διηρπάσαντο καὶ τοὺς τῶν Γιγάντων ἀπογόνους κατεστρέψαντο, γενόμενοι δὲ κατὰ τὰ Σόδομα στρατοπεδεύουσι κατὰ τὴν κοιλάδα τὴν λεγομένην φρέατα ἀσφάλτου· κατʼ ἐκεῖνον γὰρ τὸν καιρὸν φρέατα ἦν ἐν τῷ τόπῳ, νῦν μέντοι τῆς Σοδομιτῶν πόλεως ἀφανισθείσης κοιλὰς ἐκείνη λίμνη γέγονεν Ἀσφαλτῖτις λεγομένη. 1.175περὶ μὲν οὖν τῆς λίμνης ταύτης αὖθις μετʼ οὐ πολὺ δηλώσομεν, τῶν δὲ Σοδομιτῶν συμβαλόντων τοῖς Ἀσσυρίοις καὶ καρτερᾶς τῆς μάχης γενομένης, πολλοὶ μὲν αὐτῶν ἀπέθανον, οἱ λοιποὶ δὲ ᾐχμαλωτίσθησαν, σὺν οἷς καὶ Λῶτος ἤγετο τοῖς Σοδομίταις σύμμαχος ἐληλυθώς. 1.176

Ἁβράμῳ δὲ ἀκούσαντι τὴν συμφορὰν αὐτῶν φόβος τε ἅμα περὶ Λώτου τοῦ συγγενοῦς εἰσῆλθε καὶ οἶκτος περὶ τῶν Σοδομιτῶν φίλων ὄντων καὶ γειτνιώντων. 1.177καὶ βοηθεῖν αὐτοῖς δοκιμάσας οὐκ ἀνέμεινεν, ἀλλʼ ἐπειχθεὶς καὶ κατὰ πέμπτην ἐπιπεσὼν νύκτα τοῖς Ἀσσυρίοις περὶ Δάνον, οὕτως γὰρ ἑτέρα τοῦ Ἰορδάνου προσαγορεύεται πηγή, καὶ φθάσας πρὶν ἐν ὅπλοις γενέσθαι τοὺς μὲν ἐν ταῖς κοίταις ὄντας ἀπέκτεινε μηδʼ ἐπίνοιαν τῆς συμφορᾶς ἔχοντας, οἱ δὲ μήπω πρὸς ὕπνον τετραμμένοι μάχεσθαι δʼ ὑπὸ μέθης ἀδύνατοι ἔφυγον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.171 Joseph. AJ 1.175 (English) >>Joseph. AJ 1.180

Powered by PhiloLogic